Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.64 Joseph. AJ 4.68 (English) >>Joseph. AJ 4.74

4.67

Μωυσῆς δʼ ἐπεὶ πολέμου καὶ στρατείας τῶν Λευιτῶν ἀφεῖτο φυλὴ θεραπεύουσα τὸν θεόν, ἵνα μὴ διʼ ἀπορίαν μηδὲ ζήτησιν τῶν εἰς τὸν βίον ἀναγκαίων ἀμελοῖεν τοῦ ἱεροῦ, κατὰ βούλησιν τοῦ θεοῦ τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ἐκέλευε κατανεῖμαι τοῖς Λευίταις ὀκτὼ καὶ τεσσαράκοντα πόλεις ἀγαθὰς καὶ καλὰς τῆς τε πρὸ αὐτῶν γῆς περιγράψαντας εἰς δισχιλίους πήχεις ἀπὸ τῶν τειχῶν αὐτοῖς ἀνεῖναι. 4.68πρὸς τούτοις δὲ καὶ τὸν λαὸν ἐξέταξε τῶν ἐπετείων καρπῶν δεκάτην αὐτοῖς τε τοῖς Λευίταις καὶ ἱερεῦσι τελεῖν. καὶ μὲν φυλὴ παρὰ τοῦ πλήθους λαμβάνει ταῦτʼ ἐστίν· ἀναγκαῖον δʼ ἡγησάμην τοῖς ἱερεῦσιν ἰδίᾳ παρὰ πάντων γίνεται δηλῶσαι. 4.69

Τῶν μὲν τεσσαράκοντα καὶ ὀκτὼ πόλεων τρισκαίδεκα παραχωρῆσαι τοὺς Λευίτας αὐτοῖς προσέταξε καὶ τῆς δεκάτης, ἧς παρὰ τοῦ λαοῦ κατʼ ἔτος λαμβάνουσι, δεκάτην αὐτοῖς ἀπομερίζειν. 4.70ἔτι δὲ ἀπαρχὰς τὸν λαὸν δίκαιον τῷ θεῷ πάντων τῶν ἐκ τῆς γῆς φυομένων καρπῶν ἐπιφέρειν, καὶ τῶν τετραπόδων δὲ τῶν εἰς τὰς θυσίας νενομισμένων τὸ γεννηθὲν πρῶτον, ἂν ἄρσεν , καταθῦσαι παρασχεῖν τοῖς ἱερεῦσιν, ὥστε αὐτοὺς πανοικὶ σιτεῖσθαι ἐν τῇ ἱερᾷ πόλει. 4.71τῶν δʼ οὐ νενομισμένων ἐσθίειν παρʼ αὐτοῖς κατὰ τοὺς πατρίους νόμους τοὺς δεσπότας σίκλον καὶ ἥμισυ αὐτοῖς ἀναφέρειν, ἀνθρώπου δὲ πρωτοτόκου πέντε σίκλους, εἶναι δὲ ἀπαρχὰς αὐτοῖς καὶ τῆς τῶν προβάτων κουρᾶς, τούς τε πέττοντας τὸν σῖτον καὶ ἀρτοποιουμένους τῶν πεμμάτων αὐτοῖς τινα χορηγεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.64 Joseph. AJ 4.68 (English) >>Joseph. AJ 4.74

Powered by PhiloLogic